Monday, July 21, 2008

The Maccabees 1

The First Book of the Maccabees

1:1-48
ΚΑΙ ἐγένετο μετὰ τὸ πατάξαι ᾿Αλέξανδρον τὸν Φιλίππου τὸν Μακεδόνα, ὃς ἐξῆλθεν ἐκ τῆς γῆς Χεττειείμ, καὶ ἐπάταξε τὸν Δαρεῖον βασιλέα Περσῶν καὶ Μήδων καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ πρότερος ἐπὶ τὴν ῾Ελλάδα. 2 καὶ συνεστήσατο πολέμους πολλοὺς καὶ ἐκράτησεν ὀχυρωμάτων πολλῶν καὶ ἔσφαξε βασιλεῖς τῆς γῆς· 3 καὶ διῆλθεν ἕως ἄκρων τῆς γῆς καὶ ἔλαβε σκῦλα πλήθους ἐθνῶν. καὶ ἡσύχασεν ἡ γῆ ἐνώπιον αὐτοῦ, καὶ ὑψώθη, καὶ ἐπήρθη ἡ καρδία αὐτοῦ. 4 καὶ συνήγαγε δύναμιν ἰσχυρὰν σφόδρα καὶ ἦρξε χωρῶν καὶ ἐθνῶν καὶ τυράννων, καὶ ἐγένοντο αὐτῷ εἰς φόρον. 5 καὶ μετὰ ταῦτα ἔπεσεν ἐπὶ τὴν κοίτην καὶ ἔγνω ὅτι ἀποθνήσκει. 6 καὶ ἐκάλεσε τοὺς παῖδας αὐτοῦ τοὺς ἐνδόξους τοὺς συντρόφους αὐτοῦ ἀπὸ νεότητος καὶ διεῖλεν αὐτοῖς τὴν βασιλείαν αὐτοῦ ἔτι ζῶντος αὐτοῦ. 7 καὶ ἐβασίλευσεν ᾿Αλέξανδρος ἔτη δώδεκα καὶ ἀπέθανε. 8 καὶ ἐπεκράτησαν οἱ παῖδες αὐτοῦ ἕκαστος ἐν τῷ τόπῳ αὐτοῦ. 9 καὶ ἐπέθεντο πάντες διαδήματα μετὰ τὸ ἀποθανεῖν αὐτὸν καὶ οἱ υἱοὶ αὐτῶν ὀπίσω αὐτῶν ἔτη πολλὰ καὶ ἐπλήθυναν κακὰ ἐν τῇ γῇ. 10 καὶ ἐξῆλθεν ἐξ αὐτῶν ρίζα ἁμαρτωλὸς ᾿Αντίοχος ᾿Επιφανής, υἱὸς ᾿Αντιόχου βασιλέως, ὃς ἦν ὅμηρα ἐν τῇ Ρώμῃ· καὶ ἐβασίλευσεν ἐν ἔτει ἑκατοστῷ καὶ τριακοστῷ καὶ ἑβδόμῳ βασιλείας ῾Ελλήνων.
13 καὶ προεθυμήθησάν τινες ἀπὸ τοῦ λαοῦ, καὶ ἐπορεύθησαν πρὸς τὸν βασιλέα, καὶ ἔδωκεν αὐτοῖς ἐξουσίαν ποιῆσαι τὰ δικαιώματα τῶν ἐθνῶν. 14 καὶ ᾠκοδόμησαν γυμνάσιον ἐν ῾Ιεροσολύμοις κατὰ τὰ νόμιμα τῶν ἐθνῶν 15 καὶ ἐποίησαν ἑαυτοῖς ἀκροβυστίας καὶ ἀπέστησαν ἀπὸ διαθήκης ἁγίας καὶ ἐζευγίσθησαν τοῖς ἔθνεσι καὶ ἐπράθησαν τοῦ ποιῆσαι τὸ πονηρόν.
47 καὶ οἰκοδομῆσαι βωμοὺς καὶ τεμένη καὶ εἰδωλεῖα καὶ θύειν ὕεια καὶ κτήνη κοινὰ 48 καὶ ἀφιέναι τοὺς υἱοὺς αὐτῶν ἀπεριτμήτους, βδελύξαι τὰς ψυχὰς αὐτῶν ἐν παντὶ ἀκαθάρτῳ καὶ βεβηλώσει...


6:1-2
ΚΑΙ ὁ βασιλεὺς ᾿Αντίοχος διεπορεύετο τὰς ἐπάνω χώρας καὶ ἤκουσεν ὅτι ἐστὶν ᾿Ελυμαΐς ἐν τῇ Περσίδι πόλις ἔνδοξος πλούτῳ ἀργυρίῳ τε καὶ χρυσίῳ· 2 καὶ τὸ ἱερὸν τὸ ἐν αὐτῇ πλούσιον σφόδρα, καὶ ἐκεῖ καλύμματα χρυσᾶ καὶ θώρακες καὶ ὅπλα, ἃ κατέλιπεν ἐκεῖ ᾿Αλέξανδρος ὁ Φιλίππου βασιλεὺς ὁ Μακεδών, ὃς ἐβασίλευσε πρῶτος ἐν τοῖς ῞Ελλησι.

7:1
ΕΤΟΥΣ ἑνὸς καὶ πεντηκοστοῦ καὶ ἑκατοστοῦ ἐξῆλθε Δημήτριος ὁ τοῦ Σελεύκου ἐκ Ρώμης καὶ ἀνέβη σὺν ἀνδράσιν ὀλίγοις εἰς πόλιν παραθαλασσίαν καὶ ἐβασίλευσεν ἐκεῖ.

8:1-19
ΚΑΙ ἤκουσεν ᾿Ιούδας τὸ ὄνομα τῶν Ρωμαίων, ὅτι εἰσὶ δυνατοὶ ἰσχύϊ καὶ αὐτοὶ εὐδοκοῦσιν ἐν πᾶσι τοῖς προστιθεμένοις αὐτοῖς, καὶ ὅσοι ἂν προσέλθωσιν αὐτοῖς, ἱστῶσιν αὐτοῖς φιλίαν, 2 καὶ ὅτι εἰσὶ δυνατοὶ ἰσχύϊ. καὶ διηγήσαντο αὐτῷ τοὺς πολέμους αὐτῶν καὶ τὰς ἀνδραγαθίας, ἃς ποιοῦσιν ἐν τοῖς Γαλάταις, καὶ ὅτι κατεκράτησαν αὐτῶν καὶ ἤγαγον αὐτοὺς ὑπὸ φόρον, 3 καὶ ὅσα ἐποίησαν ἐν χώρᾳ ῾Ισπανίας τοῦ κατακρατῆσαι τῶν μετάλλων τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου τοῦ ἐκεῖ· 4 καὶ κατεκράτησαν τοῦ τόπου παντὸς τῇ βουλῇ αὐτῶν καὶ τῇ μακροθυμίᾳ, καὶ ὁ τόπος ἦν μακρὰν ἀπέχων ἀπ᾿ αὐτῶν σφόδρα, καὶ τῶν βασιλέων τῶν ἐπελθόντων ἐπ᾿ αὐτοὺς ἀπ᾿ ἄκρου τῆς γῆς ἕως συνέτριψαν αὐτοὺς καὶ ἐπάταξαν ἐν αὐτοῖς πληγὴν μεγάλην, καὶ οἱ ἐπίλοιποι διδόασιν αὐτοῖς φόρον κατ᾿ ἐνιαυτόν· 5 καὶ τὸν Φίλιππον καὶ τὸν Περσέα Κιτιέων βασιλέα καὶ τοὺς ἐπῃρμένους ἐπ᾿ αὐτοὺς συνέτριψαν αὐτοὺς ἐν πολέμῳ καὶ κατεκράτησαν αὐτῶν· 6 καὶ ᾿Αντίοχον τὸν μέγαν βασιλέα τῆς ᾿Ασίας τὸν πορευθέντα ἐπ᾿ αὐτοὺς εἰς πόλεμον ἔχοντα ἑκατὸν εἴκοσιν ἐλέφαντας καὶ ἵππον καὶ ἅρματα καὶ δύναμιν πολλὴν σφόδρα, καὶ συνετρίβη ὑπ᾿ αὐτῶν, 7 καὶ ἔλαβον αὐτὸν ζῶντα καὶ ἔστησαν αὐτοῖς διδόναι αὐτόν τε καὶ τοὺς βασιλεύοντας μετ᾿ αὐτὸν φόρον μέγαν καὶ διδόναι ὅμηρα καὶ διαστολὴν 8 καὶ χώραν τὴν ᾿Ινδικὴν καὶ Μηδίαν καὶ Λυδίαν καὶ ἀπὸ τῶν καλλίστων χωρῶν αὐτῶν, καὶ λαβόντες αὐτὰς παρ᾿ αὐτοῦ ἔδωκαν αὐτὰς Εὐμένει τῷ βασιλεῖ· 9 καὶ ὅτι οἱ ἐκ τῆς ῾Ελλάδος ἐβουλεύσαντο ἐλθεῖν καὶ ἐξᾶραι αὐτούς, 10 καὶ ἐγνώσθη ὁ λόγος αὐτοῖς, καὶ ἀπέστειλαν ἐπ᾿ αὐτοὺς στρατηγὸν ἕνα καὶ ἐπολέμησαν πρὸς αὐτούς, καὶ ἔπεσον ἐξ αὐτῶν τραυματίαι πολλοί, καὶ ᾐχμαλώτευσαν τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ ἐπρονόμευσαν αὐτοὺς καὶ κατεκράτησαν τῆς γῆς αὐτῶν καὶ καθεῖλον τὰ ὀχυρώματα αὐτῶν καὶ κατεδουλώσαντο αὐτοὺς ἕως τῆς ἡμέρας ταύτης· 11 καὶ τὰς ἐπιλοίπους βασιλείας καὶ τὰς νήσους, ὅσοι ποτὲ ἀντέστησαν αὐτοῖς, κατέφθειραν καὶ ἐδούλωσαν αὐτούς, 12 μετὰ δὲ τῶν φίλων αὐτῶν καὶ τῶν ἐπαναπαυομένων αὐτοῖς συνετήρησαν φιλίαν· καὶ κατεκράτησαν τῶν βασιλειῶν τῶν ἐγγὺς καὶ τῶν μακράν, καὶ ὅσοι ἤκουον τὸ ὄνομα αὐτῶν, ἐφοβοῦντο ἀπ᾿ αὐτῶν. 13 ὅσοις δ᾿ ἂν βούλωνται βοηθεῖν καὶ βασιλεύειν, βασιλεύουσιν· οὓς δ᾿ ἂν βούλωνται, μεθιστῶσι· καὶ ὑψώθησαν σφόδρα. 14 καὶ ἐν πᾶσι τούτοις οὐκ ἐπέθετο οὐδεὶς αὐτῶν διάδημα καὶ οὐ περιεβάλοντο πορφύραν ὥστε ἁδρυνθῆναι ἐν αὐτῇ· 15 καὶ βουλευτήριον ἐποίησαν ἑαυτοῖς, καὶ καθ᾿ ἡμέραν ἐβουλεύοντο τριακόσιοι καὶ εἴκοσι βουλευόμενοι διαπαντὸς περὶ τοῦ πλήθους τοῦ εὐκοσμεῖν αὐτούς· 16 καὶ πιστεύουσιν ἑνὶ ἀνθρώπῳ τὴν ἀρχὴν αὐτῶν κατ᾿ ἐνιαυτὸν καὶ κυριεύειν πάσης τῆς γῆς αὐτῶν, καὶ πάντες ἀκούουσι τοῦ ἑνός, καὶ οὐκ ἔστι φθόνος οὐδὲ ζῆλος ἐν αὐτοῖς. 17 καὶ ἐπέλεξεν ᾿Ιούδας τὸν Εὐπόλεμον υἱὸν ᾿Ιωάννου τοῦ ᾿Ακκὼς καὶ ᾿Ιάσονα υἱὸν ᾿Ελεαζάρου καὶ ἀπέστειλεν αὐτοὺς εἰς Ρώμην στῆσαι αὐτοῖς φιλίαν καὶ συμμαχίαν 18 καὶ τοῦ ἆραι τὸν ζυγὸν ἀπ᾿ αὐτῶν, ὅτι εἶδον τὴν βασιλείαν τῶν ῾Ελλήνων καταδουλουμένους τὸν ᾿Ισραὴλ δουλείᾳ. 19 καὶ ἐπορεύθησαν εἰς Ρώμην, καὶ ἡ ὁδὸς πολλὴ σφόδρα, καὶ εἰσῆλθον εἰς τὸ βουλευτήριον καὶ ἀπεκρίθησαν καὶ εἶπον·

10:1,48-56
ΚΑΙ ἐν ἔτει ἑξηκοστῷ καὶ ἑκατοστῷ ἀνέβη ᾿Αλέξανδρος ὁ τοῦ ᾿Αντιόχου ὁ ᾿Επιφανὴς καὶ κατελάβετο Πτολεμαΐδα, καὶ ἐπεδέξαντο αὐτόν, καὶ ἐβασίλευσεν ἐκεῖ. 2 καὶ ἤκουσε Δημήτριος ὁ βασιλεὺς καὶ συνήγαγε δυνάμεις πολλὰς σφόδρα καὶ ἐξῆλθεν εἰς συνάντησιν αὐτῷ εἰς πόλεμον.
48 Καὶ συνήγαγεν ᾿Αλέξανδρος ὁ βασιλεὺς δυνάμεις μεγάλας καὶ παρενέβαλεν ἐξεναντίας Δημητρίου. 49 καὶ συνῆψαν πόλεμον οἱ δύο βασιλεῖς, καὶ ἔφυγεν ἡ παρεμβολὴ Δημητρίου, καὶ ἐδίωξεν αὐτὸν ὁ ᾿Αλέξανδρος καὶ ἴσχυσεν ἐπ᾿ αὐτούς. 50 καὶ ἐστερέωσε τὸν πόλεμον σφόδρα, ἕως ἔδυ ὁ ἥλιος, καὶ ἔπεσεν ὁ Δημήτριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. 51 καὶ ἀπέστειλεν ᾿Αλέξανδρος πρὸς Πτολεμαῖον βασιλέα Αἰγύπτου πρέσβεις κατὰ τοὺς λόγους τούτους λέγων· 52 «᾿Επεὶ ἀνέστρεψα εἰς γῆν βασιλείας μου καὶ ἐκάθισα ἐπὶ θρόνου πατέρων μου καὶ ἐκράτησα τῆς ἀρχῆς, καὶ συνέτριψα τὸν Δημήτριον καὶ ἐπεκράτησα τῆς χώρας ἡμῶν 53 καὶ συνῆψα πρὸς αὐτὸν μάχην, καὶ συνετρίβη αὐτὸς καὶ ἡ παρεμβολὴ αὐτοῦ ὑφ᾿ ἡμῶν, καὶ ἐκαθίσαμεν ἐπὶ θρόνου βασιλείας αὐτοῦ· 54 καὶ νῦν στήσωμεν πρὸς ἑαυτοὺς φιλίαν, καὶ νῦν δός μοι τὴν θυγατέρα σου εἰς γυναῖκα, καὶ ἐπιγαμβρεύσω σοι καὶ δώσω σοι δόματα καὶ αὐτῇ ἄξιά σου». 55 Καὶ ἀπεκρίθη Πτολεμαῖος ὁ βασιλεὺς λέγων· «᾿Αγαθὴ ἡμέρα, ἐν ᾗ ἀνέστρεψας εἰς γῆν πατέρων σου καὶ ἐκάθισας ἐπὶ θρόνου βασιλείας αὐτῶν. 56 καὶ νῦν ποιήσω σοι ἃ ἔγραψας, ἀλλ᾿ ἀπάντησον εἰς Πτολεμαΐδα, ὅπως ἴδωμεν ἀλλήλους, καὶ ἐπιγαμβρεύσω σοι, καθὼς εἴρηκας».


11:12-19
12 καὶ ἀφελόμενος αὐτοῦ τὴν θυγατέρα ἔδωκεν αὐτὴν τῷ Δημητρίῳ καὶ ἠλλοτριώθη τῷ ᾿Αλεξάνδρῳ καὶ ἐφάνη ἡ ἔχθρα αὐτῶν. 13 καὶ εἰσῆλθε Πτολεμαῖος εἰς ᾿Αντιόχειαν καὶ περιέθετο τὸ διάδημα τῆς ᾿Ασίας· καὶ περιέθετο δύο διαδήματα περὶ τὴν κεφαλὴν αὐτοῦ, τὸ τῆς ᾿Ασίας καὶ Αἰγύπτου. 14 ᾿Αλέξανδρος δὲ ὁ βασιλεὺς ἦν ἐν Κιλικίᾳ κατὰ τοὺς καιροὺς ἐκείνους, ὅτι ἀπεστάτουν οἱ ἀπὸ τῶν τόπων ἐκείνων. 15 καὶ ἤκουσεν ᾿Αλέξανδρος καὶ ἦλθεν ἐπ᾿ αὐτὸν πολέμῳ. καὶ ἐξήγαγε Πτολεμαῖος τὴν δύναμιν καὶ ἀπήντησεν αὐτῷ ἐν χειρὶ ἰσχυρᾷ καὶ ἐτροπώσατο αὐτόν. 16 καὶ ἔφυγεν ᾿Αλέξανδρος εἰς τὴν ᾿Αραβίαν τοῦ σκεπασθῆναι αὐτὸν ἐκεῖ. ὁ δὲ βασιλεὺς Πτολεμαῖος ὑψώθη. 17 καὶ ἀφεῖλε Ζαβδιὴλ ὁ ῎Αραψ τὴν κεφαλὴν ᾿Αλεξάνδρου καὶ ἀπέστειλε τῷ Πτολεμαίῳ. 18 καὶ ὁ βασιλεὺς Πτολεμαῖος ἀπέθανεν ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, καὶ οἱ ὄντες ἐν τοῖς ὀχυρώμασιν ἀπώλοντο ὑπὸ τῶν ἐν τοῖς ὀχυρώμασι. 19 καὶ ἐβασίλευσε Δημήτριος ἔτους ἑβδόμου καὶ ἑξηκοστοῦ καὶ ἑκατοστοῦ.

12:5-22
5 Καὶ τοῦτο τὸ ἀντίγραφον τῶν ἐπιστολῶν ὧν ἔγραψεν ᾿Ιωνάθαν τοῖς Σπαρτιάταις· 6 «᾿Ιωνάθαν ἀρχιερεὺς καὶ ἡ γερουσία τοῦ ἔθνους καὶ οἱ ἱερεῖς καὶ ὁ λοιπὸς δῆμος τῶν ᾿Ιουδαίων Σπαρτιάταις τοῖς ἀδελφοῖς χαίρειν. 7 ἔτι πρότερον ἀπεστάλησαν ἐπιστολαὶ πρὸς ᾿Ονίαν τὸν ἀρχιερέα παρὰ Δαρείου τοῦ βασιλεύοντος ἐν ὑμῖν ὅτι ἐστὲ ἀδελφοὶ ἡμῶν, ὡς τὸ ἀντίγραφον ὑπόκειται. 8 καὶ ἐπεδέξατο ᾿Ονίας τὸν ἄνδρα τὸν ἀπεσταλμένον ἐνδόξως καὶ ἔλαβε τὰς ἐπιστολάς, ἐν αἷς διεσαφεῖτο περὶ συμμαχίας καὶ φιλίας.
19 Καὶ τοῦτο τὸ ἀντίγραφον τῶν ἐπιστολῶν, ὧν ἀπέστειλαν ᾿Ονίᾳ· 20 «῎Αρειος βασιλεὺς Σπαρτιατῶν ᾿Ονίᾳ ἱερεῖ μεγάλῳ χαίρειν. 21 εὑρέθη ἐν γραφῇ περί τε τῶν Σπαρτιατῶν καὶ ᾿Ιουδαίων, ὅτι εἰσὶν ἀδελφοὶ καὶ ὅτι εἰσὶν ἐκ γένους ῾Αβραάμ. 22 καὶ νῦν ἀφ᾿ οὗ ἔγνωμεν ταῦτα, καλῶς ποιήσετε γράφοντες ἡμῖν περὶ τῆς εἰρήνης ὑμῶν...


13:31-42
31 ῾Ο δὲ Τρύφων ἐπορεύετο δόλῳ μετὰ ᾿Αντιόχου τοῦ βασιλέως τοῦ νεωτέρου καὶ ἀπέκτεινεν αὐτὸν 32 καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ καὶ περιέθετο διάδημα τῆς ᾿Ασίας καὶ ἐποίησε πληγὴν μεγάλην ἐπὶ τῆς γῆς. 33 καὶ ᾠκοδόμησε Σίμων τὰ ὀχυρώματα τῆς ᾿Ιουδαίας, καὶ περιετείχισε πύργοις ὑψηλοῖς καὶ τείχεσι μεγάλοις καὶ πύλαις καὶ μοχλοῖς καὶ ἔθετο βρώματα ἐν τοῖς ὀχυρώμασι. 34 καὶ ἐπέλεξε Σίμων ἄνδρας καὶ ἀπέστειλε πρὸς Δημήτριον τὸν βασιλέα τοῦ ποιῆσαι ἄφεσιν τῇ χώρᾳ, ὅτι πᾶσαι αἱ πράξεις Τρύφωνος ἦσαν ἁρπαγαί. 35 καὶ ἀπέστειλεν αὐτῷ Δημήτριος ὁ βασιλεὺς κατὰ τοὺς λόγους τούτους καὶ ἀπεκρίθη αὐτῷ καὶ ἔγραψεν αὐτῷ ἐπιστολὴν
41 ἔτους ἑβδομηκοστοῦ καὶ ἑκατοστοῦ ᾔρθη ὁ ζυγὸς τῶν ἐθνῶν ἀπὸ τοῦ ᾿Ισραήλ, 42 καὶ ἤρξατο ὁ λαὸς ᾿Ισραὴλ γράφειν ἐν ταῖς συγγραφαῖς καὶ συναλλάγμασιν ἔτους πρώτου ἐπὶ Σίμωνος ἀρχιερέως μεγάλου καὶ στρατηγοῦ καὶ ἡγουμένου ᾿Ιουδαίων.


14:16-20
16 Καὶ ἠκούσθη ἐν Ρώμῃ, ὅτι ἀπέθανεν ᾿Ιωνάθαν, καὶ ἕως Σπάρτης, καὶ ἐλυπήθησαν σφόδρα. 17 ὡς δὲ ἤκουσαν, ὅτι Σίμων ὁ ἀδελφὸς αὐτοῦ γέγονεν ἀντ᾿ αὐτοῦ ἀρχιερεὺς καὶ ἐπικρατεῖ τῆς χώρας καὶ τῶν πόλεων τῶν ἐν αὐτῇ, 18 ἔγραψαν πρὸς αὐτὸν δέλτοις χαλκαῖς τοῦ ἀνανεώσασθαι πρὸς αὐτὸν φιλίαν καὶ τὴν συμμαχίαν, ἣν ἔστησαν πρὸς ᾿Ιούδαν καὶ ᾿Ιωνάθαν τοὺς ἀδελφοὺς αὐτοῦ. 19 καὶ ἀνεγνώσθησαν ἐνώπιον τῆς ἐκκλησίας ἐν ῾Ιερουσαλήμ. 20 καὶ τοῦτο τὸ ἀντίγραφον τῶν ἐπιστολῶν, ὧν ἀπέστειλαν οἱ Σπαρτιάται· «Σπαρτιατῶν ἄρχοντες καὶ ἡ πόλις Σίμωνι ἱερεῖ μεγάλῳ καὶ τοῖς πρεσβυτέροις καὶ τοῖς ἱερεῦσι καὶ τῷ λοιπῷ δήμῳ τῶν ᾿Ιουδαίων ἀδελφοῖς χαίρειν.

15:15-24
15 Καὶ ἦλθε Νουμήνιος καὶ οἱ παρ᾿ αὐτοῦ ἐκ Ρώμης ἔχοντες ἐπιστολὰς τοῖς βασιλεῦσι καὶ ταῖς χώραις, ἐν αἷς ἐγέγραπτο τάδε· 16 «Λεύκιος ὕπατος Ρωμαίων Πτολεμαίῳ βασιλεῖ χαίρειν. 17 οἱ πρεσβευταὶ τῶν ᾿Ιουδαίων ἦλθον πρὸς ἡμᾶς, φίλοι ἡμῶν καὶ σύμμαχοι, ἀνανεούμενοι τὴν ἐξ ἀρχῆς φιλίαν καὶ συμμαχίαν, ἀπεσταλμένοι ἀπὸ Σίμωνος τοῦ ἀρχιερέως καὶ τοῦ δήμου τῶν ᾿Ιουδαίων· 18 ἤνεγκαν δὲ ἀσπίδα χρυσῆν ἀπὸ μνῶν χιλίων. 19 ἤρεσεν οὖν ἡμῖν γράψαι τοῖς βασιλεῦσι καὶ ταῖς χώραις ὅπως μὴ ἐκζητήσωσιν αὐτοῖς κακὰ καὶ μὴ πολεμήσωσιν αὐτοὺς καὶ τὰς πόλεις αὐτῶν καὶ τὴν χώραν αὐτῶν καὶ ἵνα μὴ συμμαχήσωσι τοῖς πολεμοῦσιν αὐτούς. 20 ἔδοξε δὲ ἡμῖν δέξασθαι τὴν ἀσπίδα παρ᾿ αὐτῶν. 21 εἴ τινες οὖν λοιμοὶ διαπεφεύγασιν ἐκ τῆς χώρας αὐτῶν πρὸς ἡμᾶς, παράδοτε αὐτοὺς Σίμωνι τῷ ἀρχιερεῖ, ὅπως ἐκδικήσῃ ἐν αὐτοῖς κατὰ τὸν νόμον αὐτῶν». —22 Καὶ τὰ αὐτὰ ἔγραψε Δημητρίῳ τῷ βασιλεῖ καὶ ᾿Αττάλῳ, ᾿Αριαράθῃ καὶ ᾿Αρσάκῃ 23 καὶ εἰς πάσας τὰς χώρας καὶ Σαμψάμῃ καὶ Σπαρτιάταις καὶ εἰς Δῆλον καὶ Μύνδον καὶ Σικυῶνα καὶ εἰς τὴν Καρίαν καὶ εἰς Σάμον καὶ εἰς τὴν Παμφυλίαν καὶ εἰς τὴν Λυκίαν καὶ εἰς ῾Αλικαρνασσὸν καὶ εἰς Ρόδον καὶ εἰς Φασηλίδα καὶ εἰς Κῶ καὶ εἰς Σίδην καὶ εἰς ῎Αραδον καὶ εἰς Γόρτυναν καὶ Κνίδον καὶ Κύπρον καὶ Κυρήνην. 24 τὸ δὲ ἀντίγραφον αὐτῶν ἔγραψαν Σίμωνι τῷ ἀρχιερεῖ.

http://st-takla.org/pub_Deuterocanon/Deuterocanon-Apocrypha_El-Asfar_El-Kanoneya_El-Tanya__8-First-of-Maccabees.html
http://www.apostoliki-diakonia.gr/bible/bible.asp?contents=old_testament/contents_MakkavaionA.asp&main=makkavaionA&file=21.8.htm

No comments: